Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.11 Joseph. AJ 8.15 (English) >>Joseph. AJ 8.20

8.13

Ἰώαβος δὲ στρατηγὸς τὴν ἀναίρεσιν ἀκούσας Ἀδωνία περιδεὴς ἐγένετο, φίλος γὰρ ἦν αὐτῷ μᾶλλον τῷ βασιλεῖ Σολόμωνι, καὶ κίνδυνον ἐκ τούτου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν οὐκ ἀλόγως ὑποπτεύων καταφεύγει μὲν ἐπὶ τὸ θυσιαστήριον, ἀσφάλειαν δὲ ἐνόμιζεν αὑτῷ ποριεῖν ἐκ τῆς πρὸς τὸν θεὸν εὐσεβείας τοῦ βασιλέως. 8.14 δὲ ἀπαγγειλάντων αὐτῷ τινων τὴν Ἰωάβου γνώμην πέμψας Βαναίαν ἐκέλευσεν ἀναστήσαντα ἄγειν ἐπὶ τὸ δικαστήριον ὡς ἀπολογησόμενον. Ἰώαβος δὲ οὐκ ἔφη καταλείψειν τὸ ἱερόν, ἀλλʼ αὐτοῦ τεθνήξεσθαι μᾶλλον ἐν ἑτέρῳ χωρίῳ. 8.15Βαναίου δὲ τὴν ἀπόκρισιν αὐτοῦ τῷ βασιλεῖ δηλώσαντος προσέταξεν Σολόμων ἐκεῖ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμεῖν, καθὼς βούλεται, καὶ ταύτην λαβεῖν τὴν δίκην ὑπὲρ τῶν δύο στρατηγῶν, οὓς Ἰώαβος ἀνοσίως ἀπέκτεινε, θάψαι δʼ αὐτοῦ τὸ σῶμα, ὅπως τὰ μὲν ἁμαρτήματα μηδέποτε καταλείπῃ τὸ γένος τὸ ἐκείνου, τῆς δὲ Ἰωάβου τελευτῆς αὐτός τε καὶ πατὴρ ἀθῷοι τυγχάνωσι. 8.16καὶ Βαναίας μὲν τὰ κελευσθέντα ποιήσας αὐτὸς ἀποδείκνυται στρατηγὸς πάσης τῆς δυνάμεως, Σάδωκον δὲ ποιεῖ μόνον ἀρχιερέα βασιλεὺς εἰς τὸν Ἀβιαθάρου τόπον, ὃν μετεστήσατο. 8.17

Σουμουίσῳ δὲ προσέταξεν οἰκίαν οἰκοδομήσαντι μένειν ἐν Ἱεροσολύμοις αὐτῷ προσεδρεύοντι καὶ μὴ διαβαίνειν τὸν χειμάρρουν Κεδρῶνα ἔχειν ἐξουσίαν, παρακούσαντι δὲ τούτων θάνατον ἔσεσθαι τὸ πρόστιμον. τῷ δὲ μεγέθει τῆς ἀπειλῆς καὶ ὅρκους αὐτῷ προσηνάγκασε ποιήσασθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.11 Joseph. AJ 8.15 (English) >>Joseph. AJ 8.20

Powered by PhiloLogic